Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.]. | ||
<<Hdt. 9.29.2 | Hdt. 9.31.4 (English) | >>Hdt. 9.32.2 |
9.31.2 καὶ δὴ πολλὸν γὰρ περιῆσαν πλήθεϊ οἱ Πέρσαι , ἐπί τε τάξις πλεῦνας ἐκεκοσμέατο καὶ ἐπεῖχον τοὺς Τεγεήτας . ἔταξε δὲ οὕτω · ὅ τι μὲν ἦν αὐτῶν δυνατώτατον πᾶν ἀπολέξας ἔστησε ἀντίον Λακεδαιμονίων , τὸ δὲ ἀσθενέστερον παρέταξε κατὰ τοὺς Τεγεήτας . ταῦτα δʼ ἐποίεε φραζόντων τε καὶ διδασκόντων Θηβαίων .
9.31.3 Περσέων δὲ ἐχομένους ἔταξε Μήδους · οὗτοι δὲ ἐπέσχον Κορινθίους τε καὶ Ποτιδαιήτας καὶ Ὀρχομενίους τε καὶ Σικυωνίους . Μήδων δὲ ἐχομένους ἔταξε Βακτρίους · οὗτοι δὲ ἐπέσχον Ἐπιδαυρίους τε καὶ Τροιζηνίους καὶ Λεπρεήτας τε καὶ Τιρυνθίους καὶ Μυκηναίους τε καὶ Φλειασίους .
9.31.4 μετὰ δὲ Βακτρίους ἔστησε Ἰνδούς · οὗτοι δὲ ἐπέσχον Ἑρμιονέας τε καὶ Ἐρετριέας καὶ Στυρέας τε καὶ Χαλκιδέας . Ἰνδῶν δὲ ἐχομένους Σάκας ἔταξε , οἳ ἐπέσχον Ἀμπρακιήτας τε καὶ Ἀνακτορίους καὶ Λευκαδίους καὶ Παλέας καὶ Αἰγινήτας .
9.31.5 Σακέων δὲ ἐχομένους ἔταξε ἀντία Ἀθηναίων τε καὶ Πλαταιέων καὶ Μεγαρέων Βοιωτούς τε καὶ Λοκροὺς καὶ Μηλιέας τε καὶ Θεσσαλοὺς καὶ Φωκέων τοὺς χιλίους · οὐ γὰρ ὦν ἅπαντες οἱ Φωκέες ἐμήδισαν , ἀλλά τινες αὐτῶν καὶ τὰ Ἑλλήνων ηὖξον περὶ τὸν Παρνησσὸν κατειλημένοι , καὶ ἐνθεῦτεν ὁρμώμενοι ἔφερόν τε καὶ ἦγον τήν τε Μαρδονίου στρατιὴν καὶ τοὺς μετʼ αὐτοῦ ἐόντας Ἑλλήνων . ἔταξε δὲ καὶ Μακεδόνας τε καὶ τοὺς περὶ Θεσσαλίην οἰκημένους κατὰ τοὺς Ἀθηναίους .
Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.]. | ||
<<Hdt. 9.29.2 | Hdt. 9.31.4 (English) | >>Hdt. 9.32.2 |